Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας.
Heiligenkalender
26 Αυγ 2027
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων, Ἀδριανοῦ καὶ Ναταλίας καὶ τῆς συνοδίας αὐτῶν. Τῇ αὐτῇ ἡμέρᾳ οἱ συναθλήσαντες τῷ Ἁγίῳ Ἀδριανῷ ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἑτέρου μάρτυρος Ἀδριανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ Βασιλέως. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιθόης ἐν εἰρήνῃ τελειοῦται.



