Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.
Heiligenkalender
20 Αυγ 2027
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου Σαμουήλ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριάκοντα ἑπτὰ μαρτύρων, τῶν ἐν Βιζύῃ τῆς Θράκης μαρτυρησάντων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Σεβήρου καὶ Μέμνονος Κεντυρίωνος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Φωτεινῆς, ἔξω τῆς πόρτης τῶν Βλαχερνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Λουκίου τοῦ Βουλευτοῦ. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων μαρτύρων Ἡλιοδώρου καὶ Δοσαῖ (ἢ Δοσᾶ ἢ Σοδᾶ). Ἅγιος Στέφανος, Βασιλεὺς Οὐγγαρίας, καὶ Ἅγιος Ἱερόθεος. Νεομάρτυς Θεοχάρης ὁ Νεαπολίτης.



