Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐν τῷ θαυμαστῷ ὄρει.
Heiligenkalender
24 Μάι 2027
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου καὶ τῶν σὺν αὐτῷ, Ἰωάννου, Στεφάνου, Σεραπίωνος τοῦ Αἰγυπτίου, Καλλινίκου τοῦ μάγου, κομήτων καὶ Τριβούνων δώδεκα, γυναικῶν τριῶν, Μαρκιανῆς, Παλλαδίας καὶ Σωσάννης, νηπίων δύο, Κυριακοῦ καὶ Χριστιανοῦ, καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων χιλιάδων ἕνδεκα καὶ διακοσίων ὀκτώ. Τελεῖται δὲ ἡ σύναξις πάντων τούτων, εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πλάτωνος τὸν εὑρισκόμενον εἰς τὰ προαύλια τὰ ὀνομαζόμενα τοῦ Δομνίνου.



