Επιλέξτε τη γλώσσα σας

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου.

Heiligenkalender
April-19
 

19 Απρ 2027

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου, τοῦ ἐν Πέργῃ τῆς Παμφυλίας. Τῇ αὐτῇ ἡμέρᾳ. ἡ Ἁγία Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σωκράτης καὶ Διονύσιος, λόγχῃ τρωθέντες τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Πισιδίας τοῦ Ὁμολογητοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τρύφωνος Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῇ Ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Ὁσιομάρτυς Ἀγαθάγγελος ὁ Ἐσφιγμενίτης.