Επιλέξτε τη γλώσσα σας

Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου.

Heiligenkalender
Februar-22
 

22 Φεβ 2027

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Θαλασσίου καὶ Λιμναίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Τελεσφόρος, Ἐπίσκοπος Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαραδάτου.