Επιλέξτε τη γλώσσα σας

Τὰ προεόρτια τῆς Ὑπαπαντῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.

Heiligenkalender
Februar-01
 

1 Φεβ 2027

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Τρύφωνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Γαλατίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βενδιμιανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, Ἀρχιεπισκόπου Θεσσαλονίκης ὁρμωμένου ἐξ Ἀθηνῶν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιμόθεος ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεΐων, μετὰ δύο παίδων, ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Καρίων, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐτῇ Σαύρου, Ῥευκάτου, Σατορλίνου, Σεκούνδου καὶ Φηλικιτάτης. Ὁ Ἅγιος Νεομάρτυς Ἀναστάσιος ὁ ἐκ Ναυπλίου, καὶ ἐν Ναυπλίῳ μαρτυρήσας κατὰ τὸ 1654, εἰς λεπτὰ τμηθεὶς τελειοῦται. Νεομάρτυς Ἀναστάσιος ὁ ἐκ Ναυπλίου. Οἱ ἐν Μεγάροις τέσσαρες Μάρτυρες Ἀδριανός, Πολύευκτος, Πλάτων καὶ Γεώργιος.