Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
Heiligenkalender
21 Ιαν 2027
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνὴμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου, Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου. Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ πρὸς θάλασσαν καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται. Ὅσιος Μάξιμος ὁ Γραικός.



