Απόδοσις - Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Heiligenkalender
14 Ιαν 2027
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθὼ ἀναιρεθέντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται. Ἱερομάρτυρες Πλάτων, Ἐπίσκοπος Ταλλίνης, καὶ οἱ σὺν αὐτῷ Μιχαὴλ καὶ Νικόλαος (Ἐσθονία). Ἁγία Νίνα ἡ Ἰσαπόστολος (Γεωργία).



