Επιλέξτε τη γλώσσα σας

Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας.

Heiligenkalender
Dezember-24
 

24 Δεκ 2026

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Εὐγενίας καὶ τῶν σὺν αὐτῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ Ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι, Πρωτᾶς καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις ὠφέλιμος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀχαϊκὸς ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀντίοχος ἐν εἰρήνῃ τελειοῦται. Οἱ Ὅσιοι Βιτιμίων καὶ Ἀφροδίσιος, ἐν εἰρήνῃ τελειοῦνται. Ὁ ἅγιος νεομάρτυς Ἀχμὲτ ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1682, ξίφει τελειοῦται. Νεομάρτυς Ἀχμὲτ ὁ Κάλφας.