Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ, καὶ τῶν σὺν αὐτῷ.
18 Δεκ 2026
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ καὶ τῶν σὺν αὐτῷ Ζωῆς, Τραγκυλίνου, Νικοστράτου, Κλαυδίου, Κάστορος, Τιβουρτίου, Καστούλου, Μαρκελλίνου καὶ Μάρκου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐβιότου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Φλώρου, Ἐπισκόπου Ἀμινσοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωκᾶ καὶ Ἑρμύλου, διὰ ξίφους τελειωθέντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ζακχαίου διακόνου, καὶ Ἀλφειοῦ ἀναγνώστου, ἀθλησάντων ἐν Καισαρείᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Σοφίας καὶ τὰ Ἐγκαίνια τοῦ σεβασμίου Οἴκου τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Χαλκοπρατείοις. Καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ Συγκέλλου, τοῦ Ὁμολογητοῦ.



