Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.
7 Δεκ 2026
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεόφυτος, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομέτιος, ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἰσίδωρος, Ἀκεψιμᾶς, καὶ Λέων πυρὶ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμοῦν, Ἐπίσκοπος Νητρίας, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Γαϊανὸς καὶ Γάϊος, πυρὶ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριακόσιοι Μάρτυρες, οἱ ἐν Ἀφρικῇ, ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ἰγνάτιος, ὁ πλησίον τῶν Βλαχερνῶν κείμενος, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Παύλου Μοναχοῦ, τοῦ ὑποτακτικοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων Πρίσκου, Μαρτίνου καὶ Νικολάου· ὧν ὁ μὲν λιμῷ, ὁ δὲ πέλεξι κατακοπείς, ὁ δὲ τρίτος διὰ πυρός, ἐτελειώθησαν· Ἡ δὲ σύναξις αὐτῶν τελεῖται πλησίον τοῦ τείχους τῶν Βλαχερνῶν. Τῇ αὐτῇ ἡμέρᾳ, τὰ Ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Κουράτορος. Ὅσιος Γεράσιμος ὁ ἐξ Εὐρίπου. Ὅσιος Γεράσιμος ὁ Μικραγιαννανίτης.



