Επιλέξτε τη γλώσσα σας

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.

Heiligenkalender
Heiligenkalender-Januar--08
 

8 Ιαν 2027

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σῦν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας, καὶ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἐν ἡμέρᾳ Κυριακῇ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀττικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων Θεοφίλου Διακόνου καὶ Ἐλαδίου λαϊκοῦ.