Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου. Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου. Ὁ ἅγιος νέος Ἱερομάρτυς καὶ ἰσαπόστολος Κοσμᾶς, ὁ ἐν Ἀλβανίᾳ μαρτυρήσας κατὰ τὸ ἔτος 1779, ἀγχόνῃ τελειοῦται.