Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Πατριάρχου Κωνσταντινουπόλεως.

Maerz-13
Κατηγορία
Heiligenkalender
Date

13 Μαρ 2026

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Πατριάρχου Κωνσταντινουπόλεως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἱερομάρτυρος Πουπλίου ἐπισκόπου Ἀθηνῶν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀφρικανοῦ, Πουπλίου, καὶ Τερεντίου, ὧν ἡ Σύναξις τελεῖται ἐν τῷ Παυλοπετρείῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἄβιβος ὁ ἐξ Ἑρμουπόλεως, λίθῳ προσδεθείς, καὶ ἐν ποταμῷ βληθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Χριστῖνα ἡ ἐκ Περσίδος, μαστιζομένη τελειοῦται.