Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου Πάπα Ῥώμης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Ἱερομάρτυρος Θεαγένους. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θεόπεμπτος καὶ Θεοδότη, ἡ μήτηρ τῶν Ἁγίων Ἀναργύρων, ἐν εἰρήνῃ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Μᾶρκος ὁ κωφός, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σέργιος ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ θαυματουργοῦ, τοῦ ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας.