Ἀγάθη μάρτυς (Φεβρουαρίου 5)

3963092924.jpg

Ὠραία καὶ εὐσεβὴς παρθένος καὶ πλουσία, ἐκ Πανόρμου καταγομένη τῆς Σικελίας καὶ κατὰ τοὺς χρόνους ζῶσα τοῦ βασιλέως Δεκίου (249-251). Διὰ τὴν εἰς Χριστὸν αὐτῆς πίστιν διαβάλλεται εἰς τὸν ἡγεμόνα τῆς Σικελίας Κυντιανόν, ὅστις παρέδωκεν αὐτὴν εἰς ἐθνικήν τινα γυναῖκα Ἀφροδισίαν, ἵνα μετατρέψῃ αὐτὴν τῆς ὀρθῆς πίστεως· ἀλλ’ ἀκλινὴς καὶ ἀμετάτρεπτος διαμείνασα, κακοποιεῖται καὶ ἐκκόπτεται τὸν μαστόν· εἶτα σύρεται ἐπὶ κεκομμένων ὀστράκων καὶ κατακαίεται διὰ τοῦ πυρὸς καὶ ρίπτεται ἐν φυλακῇ, ὅπου ἐξέπνευσε. Τελεῖται δὲ ἡ σύναξις αὐτῆς ἐν τῷ μαρτυρείῳ αὐτῆς τῷ ὄντι ἐν τῷ Κάστρῳ τῶν Ρῶς.

Χαίρω* σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη
μισοῦσα καὶ φῶς εἰ πλάνων ὄψεις βλέπω
Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη.

 

[* Χαίρει – βλέπει Β.]

Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.

Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας